TLG 1191 001 :: 〈ARISTOMBROTUS〉 :: Fragmentum 〈ARISTOMBROTUS〉 Phil. Fragmentum Citation: Page — (line) | ||
53(24t) | Περὶ ὄψεως | |
25 | Stob. 1.52.21 p. 490 Wa. Ἀριστομβρότου Περὶ ὄψεως. ὄψις καὶ φῶς καὶ ἀὴρ φυσικὴν ἔχει σύγκρασίν τε καὶ συγγένειαν ποτ’ ἄλλαλα. [λαμπρῶς | |
---|---|---|
ὁρῆ] καὶ 〈γὰρ〉 ἀὴρ πᾶς τῷ λαμπρῷ διορῆται· συμβέβηκε δὲ καὶ τὴν | 53 | |
54 | ὄψιν καὶ τὸν ἀέρα εἶμεν 〈μέλαν〉, ἀλλὰ τὴν μὲν ὄψιν μέλαιναν καὶ ὑγράν, τὸν δὲ ἀέρα μέλανα καὶ ἀραιόν· ἐνυπόκειται δὲ καὶ τῇ ὄψει καὶ τῷ ἀέρι [καὶ] τὸ δυνάμει διαφανές, ἀλλὰ τᾷ μὲν ὄψει τὸ συγγενὲς φῶς, τῷ δὲ ἀέρι τὸ ἀπὸ τῶ ἁλίω. ὅτι δ’ ἁ ὄψις ὑγρὰ ἔασσα φάος ἔχει συγγενές, | |
5 | δείξαιτο κά τις ἐκ τῶνδε· πρᾶτον μὲν τῷ διαφανέα καὶ λαμπρὰν εἶμεν· πᾶν γὰρ τὸ διαφανὲς καὶ λαμπρὸν οὐκ ἄνευ τινὸς 〈φάεος· τὸ δὲ〉 φάος | |
ἐκ τᾶς ὄψιος ἢ διά τινος παραθλίψεως ἢ καὶ παρατρίψεως. | 54 |